32.27εἰ μὲν γὰρ ἀφῆκε τὸν Πρῶτον, ἐξελήλεγκτʼ ἂν εὐθέως ἡμᾶς συκοφαντῶν· ὀφλεῖν δὲ παρὼν ἐκεῖνος οὐ συνεχώρει, ἵνʼ ἐὰν μὲν αὐτῷ ποιῶσιν ἃ ὡμολογήκασιν—, εἰ δὲ μή, τὴν ἔρημον ἀντιλάχῃ. ἀλλὰ τί ταῦτα; εἰ μὲν γὰρ ἃ γέγραφεν οὗτος εἰς τὸ ἔγκλημʼ ἐποίει, οὐκ ὀφλεῖν ἂν δίκην δικαίως, ἀλλʼ ἀποθανεῖν Πρῶτος ἔμοιγε δοκεῖ. εἰ γὰρ ἐν κακοῖς καὶ χειμῶνι τοσοῦτον οἶνον ἔπινεν ὥσθʼ ὅμοιον εἶναι μανίᾳ, τί οὐκ ἄξιός ἐστι παθεῖν;
32.28ἢ εἰ γράμματʼ ἔκλεπτεν; εἰ ὑπανέῳγεν; ἀλλὰ ταῦτα μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ὑμεῖς ὅπως ποτʼ ἔχει διακρινεῖσθε· τῇ δʼ ἐμῇ δίκῃ μηδὲν ἐκείνης πρόσαγε. εἴ τί σʼ ἠδίκηκεν ὁ Πρῶτος ἢ λέγων ἢ ποιῶν, ἔχεις ὡς ἔοικε δίκην· οὐδεὶς ἡμῶν ἐκώλυεν, οὐδὲ νῦν παραιτεῖται. εἰ σεσυκοφάντηκας, οὐ περιεργαζόμεθα.
32.29νὴ Δίʼ, ἀλλʼ ἐκποδών ἐστιν ἅνθρωπος. διά γʼ ὑμᾶς, ἵνα τάς τε μαρτυρίας τὰς ἡμετέρας λίπῃ, καὶ νῦν ὑμεῖς ὅ τι ἂν βούλησθε λέγητε κατʼ αὐτοῦ. εἰ γὰρ μὴ διʼ ὑμῶν ἔρημος ἐγίγνεθʼ ἡ δίκη, ἅμʼ ἂν αὐτὸν προσεκαλοῦ καὶ κατηγγύας πρὸς τὸν πολέμαρχον, καὶ εἰ μὲν κατέστησέ σοι τοὺς ἐγγυητάς, μένειν ἠναγκάζετʼ ἄν, ἢ σὺ παρʼ ὧν λήψει δίκην ἑτοίμους εἶχες, εἰ δὲ μὴ κατέστησεν, εἰς τὸ οἴκημʼ ἂν ᾔει.